Interpretatio in Psalmoskhazarzar.skeptik.net/pgm/PG_Migne/Theodoretus of... ·...

330
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Εργαστήριο ∆ιαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab . Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του. 1 Interpretatio in Psalmos ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΘΕΩΡΙΑ. Ἐμοὶ μὲν πρὸ τῶν ἄλλων θείων λογίων καταθύ μιον ἦν τοῦ μεγάλου ∆αβὶδ ἑρμηνεῦσαι τὴν προφη τείαν· ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ έχειν ἐσπουδάκασιν ἅπαντες. Οὐχ ἥκιστα δὲ οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον νύκτωρ ταύτην καὶ μεθ' ἡμέραν διὰ τῆς γλώττης προφέρουσι· τὸν τῶν ὅλων ὑμνοῦντες Θεὸν, καὶ τὰ τοῦ σώματος κατευνάζοντες πάθη. Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας 80.860 τὴν ὠφέλειαν θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προ τέθεικε. Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γρα φῶν οὐδαμῶς, ὀλίγα, τῶν ἀνθρώπων μεμνημέ νους τοὺς πλείστους· τῶν δὲ πνευματικῶν τοῦ θεσ πεσίου ∆αβὶδ κρουμάτων πολλοὺς πολλάκις κἀν ταῖς οἰκίαις, κἀν ταῖς ἀγυιαῖς, κἀν ταῖς ὁδοῖς ἀπο μεμνημένους, καὶ τῇ τοῦ μέλους ἁρμονίᾳ σφᾶς αὐτοὺς καταθέλγοντας, καὶ διὰ ταύτης τῆς θυμηδείας καρπουμένους τὴν ὠφέλειαν. ∆ιὰ ταῦτα μὲν οὖν πρώτην ταύτην ἐβουλόμην ἑρμηνεῦσαι τὴν προφη τείαν, καὶ τὴν ἐν τῷ βυθῷ ὠφέλειαν προθεῖναι τοῖς φρονίμοις ἐμπόροις· ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος. Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προ θυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ' ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες. Οἱ μὲν γὰρ τοῦ Ἄσματος τῶν ᾀσμάτων ἐπήγγειλαν τὴν σαφή νειαν, οἱ δὲ τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν ἐπεθύμησαν διαγνῶναι τὴν προφητείαν· ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προῤῥήσεις σαφεῖς αὐτοῖς γενέσθαι καὶ δήλας ἐζήτησαν. Ἐπειδὴ τοίνυν δέδω κεν τῶν ὅλων Θεὸς, σοφίζων τοὺς τυφλοὺς, καὶ ἀποκαλύπτων μυστήρια, δοὺς στόμα ἀνθρώπῳ, καὶ ποιήσας δύσκωφον καὶ κωφὸν, καὶ βλέποντα καὶ τυφλὸν, τούτων αὐτοῦ τῶν θείων λόγων συμ περάναι τὴν ἑρμηνείαν· φέρε τὴν θείαν ἐπικαλε σάμενοι χάριν, τὴν ἄγουσαν τυφλοὺς, κατὰ τὴν προφητείαν, ἐν ὁδῷ οὐκ ᾔδεισαν, καὶ τρίβους, ἃς οὐκ ἐπίσταντο, ὁδεῦσαι παρασκευάζουσαν, καὶ τοῖς πάλαι κωφοῖς τὸ τῶν θείων λογίων ἐπαΐειν παρ έχουσαν, καὶ τοῖς ἐν σκότῳ καὶ ὁμίχλῃ διάγουσιν ὀφθαλμοῖς χορηγοῦσαν τὸ βλέπειν, καὶ τῆσδε τῆς προφητείας κατατολμήσωμεν. Ἀλλὰ μηδεὶς περιτ τὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν. ∆ιαφόροις γὰρ ἐντυχὼν ὑπομνήμασι, καὶ τοὺς μὲν εἰς ἀλληγο ρίαν μετὰ πολλῆς χωρήσαντας ἀπληστίας εὑρὼν, τοὺς δέ τισιν ἱστορίαις τὴν προφητείαν ἁρμόσαντας, ὡς Ἰουδαίοις μᾶλλον τὴν ἑρμηνείαν συνηγορεῖν, τοῖς τροφίμοις τῆς πίστεως· πανούργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγεῖν· ὅσα μὲν ταῖς παλαιαῖς προσῆκεν ἱστορίαις, ταύταις ταῦτα προσαρμόσαι καὶ νῦν· τὰς δὲ περὶ τοῦ ∆εσπό του Χριστοῦ προῤῥήσεις, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλη σίας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῶν ἀπο στολικῶν κηρυγμάτων, μὴ ἑτέροις ἀναθεῖναί τισιν, ὅπερ Ἰουδαίοις φίλον ποιεῖν κακουργίᾳ συζῶσι, καὶ τῆς σφῶν ἀπιστίας ἀπολογίαν ὑφαίνουσιν. Ἱκανὴ 80.861 γὰρ καὶ τῶν πραγμάτων μαρτυρία ποδηγῆσαι πρὸς τὴν ἀλήθειαν τῆς ἑρμηνείας τοὺς ταύτην ἐφιεμένους εὑρεῖν. Οὗ δὴ χάριν οὐδὲ λίαν ἐπίπονος ἡμῖν τῆς προῤῥήσεως ἑρμηνεία· δήλην γὰρ ταύ την ποιεῖ τῶν πραγμάτων θεωρία. Σπουδάσομεν δὲ ὡς οἷόν τε φυγεῖν μὲν τοῦ λόγου τὸ μῆκος, σύντο μον δὲ προθεῖναι τοῖς βουλομένοις τὴν ὠφέλειαν. Πρότερον δέ γε τῶν ψαλμῶν δηλώσαντες τὸν σκοπὸν, οὕτω τῆς

Transcript of Interpretatio in Psalmoskhazarzar.skeptik.net/pgm/PG_Migne/Theodoretus of... ·...

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    1

    Interpretatio in Psalmos

    ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.

    ΠΡΟΘΕΩΡΙΑ.

    Ἐμοὶ μὲν πρὸ τῶν ἄλλων θείων λογίων καταθύ μιον ἦν τοῦ μεγάλου ∆αβὶδ ἑρμηνεῦσαι τὴν προφη τείαν· ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ έχειν ἐσπουδάκασιν ἅπαντες. Οὐχ ἥκιστα δὲ οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον νύκτωρ ταύτην καὶ μεθ' ἡμέραν διὰ τῆς γλώττης προφέρουσι· τὸν τῶν ὅλων ὑμνοῦντες Θεὸν, καὶ τὰ τοῦ σώματος κατευνάζοντες πάθη. Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας 80.860 τὴν ὠφέλειαν ἡ θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προ τέθεικε. Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γρα φῶν ἢ οὐδαμῶς, ἢ ὀλίγα, τῶν ἀνθρώπων μεμνημέ νους τοὺς πλείστους· τῶν δὲ πνευματικῶν τοῦ θεσ πεσίου ∆αβὶδ κρουμάτων πολλοὺς πολλάκις κἀν ταῖς οἰκίαις, κἀν ταῖς ἀγυιαῖς, κἀν ταῖς ὁδοῖς ἀπο μεμνημένους, καὶ τῇ τοῦ μέλους ἁρμονίᾳ σφᾶς αὐτοὺς καταθέλγοντας, καὶ διὰ ταύτης τῆς θυμηδείας καρπουμένους τὴν ὠφέλειαν. ∆ιὰ ταῦτα μὲν οὖν πρώτην ταύτην ἐβουλόμην ἑρμηνεῦσαι τὴν προφη τείαν, καὶ τὴν ἐν τῷ βυθῷ ὠφέλειαν προθεῖναι τοῖς φρονίμοις ἐμπόροις· ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος. Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προ θυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ' ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες. Οἱ μὲν γὰρ τοῦ Ἄσματος τῶν ᾀσμάτων ἐπήγγειλαν τὴν σαφή νειαν, οἱ δὲ τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν ἐπεθύμησαν διαγνῶναι τὴν προφητείαν· ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προῤῥήσεις σαφεῖς αὐτοῖς γενέσθαι καὶ δήλας ἐζήτησαν. Ἐπειδὴ τοίνυν δέδω κεν ὁ τῶν ὅλων Θεὸς, ὁ σοφίζων τοὺς τυφλοὺς, καὶ ἀποκαλύπτων μυστήρια, ὁ δοὺς στόμα ἀνθρώπῳ, καὶ ποιήσας δύσκωφον καὶ κωφὸν, καὶ βλέποντα καὶ τυφλὸν, τούτων αὐτοῦ τῶν θείων λόγων συμ περάναι τὴν ἑρμηνείαν· φέρε τὴν θείαν ἐπικαλε σάμενοι χάριν, τὴν ἄγουσαν τυφλοὺς, κατὰ τὴν προφητείαν, ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν, καὶ τρίβους, ἃς οὐκ ἐπίσταντο, ὁδεῦσαι παρασκευάζουσαν, καὶ τοῖς πάλαι κωφοῖς τὸ τῶν θείων λογίων ἐπαΐειν παρ έχουσαν, καὶ τοῖς ἐν σκότῳ καὶ ὁμίχλῃ διάγουσιν ὀφθαλμοῖς χορηγοῦσαν τὸ βλέπειν, καὶ τῆσδε τῆς προφητείας κατατολμήσωμεν. Ἀλλὰ μηδεὶς περιτ τὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν. ∆ιαφόροις γὰρ ἐντυχὼν ὑπομνήμασι, καὶ τοὺς μὲν εἰς ἀλληγο ρίαν μετὰ πολλῆς χωρήσαντας ἀπληστίας εὑρὼν, τοὺς δέ τισιν ἱστορίαις τὴν προφητείαν ἁρμόσαντας, ὡς Ἰουδαίοις μᾶλλον τὴν ἑρμηνείαν συνηγορεῖν, ἢ τοῖς τροφίμοις τῆς πίστεως· πανούργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγεῖν· ὅσα μὲν ταῖς παλαιαῖς προσῆκεν ἱστορίαις, ταύταις ταῦτα προσαρμόσαι καὶ νῦν· τὰς δὲ περὶ τοῦ ∆εσπό του Χριστοῦ προῤῥήσεις, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλη σίας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῶν ἀπο στολικῶν κηρυγμάτων, μὴ ἑτέροις ἀναθεῖναί τισιν, ὅπερ Ἰουδαίοις φίλον ποιεῖν κακουργίᾳ συζῶσι, καὶ τῆς σφῶν ἀπιστίας ἀπολογίαν ὑφαίνουσιν. Ἱκανὴ 80.861 γὰρ καὶ τῶν πραγμάτων ἡ μαρτυρία ποδηγῆσαι πρὸς τὴν ἀλήθειαν τῆς ἑρμηνείας τοὺς ταύτην ἐφιεμένους εὑρεῖν. Οὗ δὴ χάριν οὐδὲ λίαν ἐπίπονος ἡμῖν ἡ τῆς προῤῥήσεως ἑρμηνεία· δήλην γὰρ ταύ την ποιεῖ τῶν πραγμάτων ἡ θεωρία. Σπουδάσομεν δὲ ὡς οἷόν τε φυγεῖν μὲν τοῦ λόγου τὸ μῆκος, σύντο μον δὲ προθεῖναι τοῖς βουλομένοις τὴν ὠφέλειαν. Πρότερον δέ γε τῶν ψαλμῶν δηλώσαντες τὸν σκοπὸν, οὕτω τῆς

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    2

    ἑρμηνείας ἁψόμεθα. Ἰστέον μέντοι, ὡς ἴδιον προφητείας οὐ μόνον τὰ ἐσόμενα προαγορεύειν, ἀλλὰ καὶ τὰ παρόντα, καὶ τὰ ἤδη γεγενημένα λέγειν· καὶ γὰρ ὁ θεσπέσιος Μωσῆς τὰ πάλαι καὶ πρόπαλαι ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων κτισθέντα, καὶ τὸ εἶναι λαβόντα, σαφῶς ἡμᾶς ἐξεπαίδευσεν, οὐ παρ' ἀνθρώπων ταύτην τὴν διδα σκαλίαν δεξάμενος, ἀλλ' ἐκ τῆς τοῦ Πνεύματος χάρι τος. Προεῖπε δὲ καὶ τὰ παρόντα, ὡς τῷ Φαραὼ τὰς ἐπενεχθείσας παιδείας, καὶ τῷ Ἰσραὴλ τοῦ μάννα τὴν χορηγίαν, καὶ τῶν κρεῶν τὴν μετάληψιν. Προεθέσπισε δὲ καὶ τὰ ἐσόμενα, τοῦ ∆εσπότου Χριστοῦ τὴν παρουσίαν, τὴν Ἰουδαίων διασπορὰν, τὴν τῶν ἐθνῶν σωτηρίαν. Οὕτω καὶ ὁ θεῖος ∆αβὶδ, μετὰ τοῦτον πρῶτος προφητείαν συγγράψας, καὶ τῶν ἤδη γεγενημένων παρὰ τοῦ Θεοῦ τῶν ὅλων εὐεργεσιῶν ποιεῖται τὴν μνήμην, καὶ τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα προσημαίνει. Οὐ μόνον δὲ προαγορευτικοῖς κέχρηται λόγοις, ἀλλὰ καὶ παραι νετικοῖς καὶ νομοθετικοῖς· καὶ νῦν μὲν ἠθικὴν, νῦν δὲ δογματικὴν προσφέρει διδασκαλίαν· καὶ ποτὲ μὲν τὰς Ἰουδαίων ὀλοφύρεται συμφορὰς, ποτὲ δὲ τὴν τῶν ἐθνῶν σωτηρίαν προᾴδει. Πολλαχοῦ δὲ τοῦ ∆εσπότου Χριστοῦ καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν προθεσπίζει· καὶ τῇ ποικιλίᾳ τῆς προφητείας πολ λὴν τοῖς προσέχειν ἐθέλουσι προσφέρει τὴν ἡδο νήν. Τοὺς δὲ ψαλμοὺς οὐχ ἅπαντας αὐτοῦ τινες ἔφασαν εἶναι τοῦ ∆αβὶδ, ἀλλὰ καὶ ἑτέρων. Ὅθεν καὶ τὰς ἐπιγραφὰς οὕτω νενοηκότες, τοὺς μὲν τῷ Ἰδιθοὺμ, τοὺς δὲ τῷ Αἰθὰμ, ἄλλους δὲ τοῖς υἱοῖς Κορὲ, καὶ ἑτέρους τῷ Ἀσὰφ ἀνέθεσαν, προφήτας καὶ αὐτοὺς ἐκ τῆς τῶν Παραλειπομένων ἱστορίας εἶναι μεμαθηκότες. Ἐγὼ δὲ περὶ τούτων μὲν οὐδὲν ἰσχυρίζομαι. Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ' ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας συνεγράφησαν ἅπαντες; καὶ τὸν θεσπέσιον γὰρ ∆αβὶδ προφήτην ἴσμεν, κἀκείνους προφήτας τῶν Παραλειπομένων ἡ ἱστορία καλεῖ. Προφήτου δὲ ἴδιον, τὸ τὴν γλῶτταν ὑπουργὸν παρέχειν τῇ τοῦ Πνεύ ματος χάριτι, κατὰ τὴν ἐν τοῖς Ψαλμοῖς φερομένην φωνὴν, "Ἡ γλῶσσά μου, φησὶ, κάλαμος γραμματέως ὀξυγράφου." Κρατείτω δὲ ὅμως τῶν πλειόνων ἡ ψῆφος· τοῦ ∆αβὶδ δὲ οἱ πλείους τῶν συγγραφέων τού τους ἔφασαν εἶναι. Ἐπειδὴ δὲ καὶ τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν ψευ δεῖς τινες ἀπεκάλεσαν, ἀναγκαῖον ἡγοῦμαι καὶ περὶ 80.864 τούτου βραχέα διεξελθεῖν. Ἐμοὶ δοκεῖ τολμηρὸν εἶναι τὰς ἀνέκαθεν ἐμφερομένας ἐπὶ Πτολεμαίου, τοῦ τῆς Αἰγύπτου μετὰ τὸν Ἀλέξανδρον βασιλεύ σαντος, ἀνατρέπειν ἐπιγραφὰς, ἃς οἱ ἑβδομήκοντα πάντες πρεσβύτεροι μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνὴν, ὡς καὶ τὴν ἄλλην ἅπασαν θείαν Γραφήν. Πρὸ πεντήκοντα δὲ καὶ ἑκατὸν τῆς ἑρμηνείας ἐνιαυ τῶν, θείας ἀναπλησθεὶς χάριτος ὁ θαυμάσιος Ἔσδρας τὰς ἱερὰς ἀνέγραψε βίβλους, ὑπὸ τῆς τῶν Ἰουδαίων ἀμελείας, καὶ τῆς τῶν Βαβυλωνίων δυσ σεβείας, πάλαι διαφθαρείσας. Εἰ δὲ κἀκεῖνος ὑπὸ τοῦ παναγίου Πνεύματος τὴν τούτων ἀνενεώσατο μνήμην, καὶ οὗτοι, μὴ δίχα τῆς θείας ἐπιπνοίας, μετὰ πολλῆς συμφωνίας μετήνεγκαν ταύτας εἰς τὴν Ἑλλάδα φωνὴν, πρὸς δὲ ταῖς ἄλλαις θείαις Γραφαῖς καὶ τὰς ἐπιγραφὰς ἡρμηνεύκασιν· τολμη ρὸν οἶμαι καὶ λίαν θρασὺ, ψευδεῖς ταύτας προσ αγορεύειν, καὶ τοὺς οἰκείους λογισμοὺς τῆς τοῦ Πνεύ ματος ἐνεργείας σοφωτέρους ὑπολαμβάνειν. Τοῦτο δὲ δείξει σαφέστερον καὶ ἡ κατὰ μέρος τῶν Ψαλμῶν ἑρμηνεία. Καὶ τὸ διάψαλμα δὲ διαφόρως ἡρμήνευσαν. Οἱ μὲν γὰρ τῆς τοῦ Πνεύματος ἐνεργείας παῦλαν ὑπ έλαβον εἶναι, οἱ δὲ προφητείας ἐναλλαγὴν, οἱ δὲ τοῦ μέλους μεταβολήν. Εἷς δὲ, τῇ τοῦ Ἀκύλα χρησά μενος ἑρμηνείᾳ, τὸ ἀεὶ τέθεικεν ἀντὶ τοῦ διαψάλμα τος, τῷ ἡγουμένῳ στίχῳ τοῦτο συνάπτεσθαι φήσας. Οἷον ἐν τῷ τρίτῳ ψαλμῷ μετὰ τὸ, "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ," προσκείμενον εὑρίσκομεν τὸ διάψαλμα. Ὁ δὲ Ἀκύλας οὕτως συνῆψε, "Καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ ἀεὶ." Καὶ οὕτω δὲ ἐφεξῆς τῷ ἡγουμένῳ στίχῳ συνάπτει, μίαν διάνοιαν ἐργαζό μενος. Ἐγὼ δὲ καὶ τοὺς Ἑβδομήκοντα, καὶ τοὺς ἄλλους ἅπαντας τῆς θείας Γραφῆς

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    3

    ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι. Οὗ δὴ χάριν μέλους ἐναλλαγὴν ὑπολαμβάνω σημαίνειν τοῦ διαψάλματος τὴν γραφήν. Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας ∆αβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν. Πολλὰς δὲ καὶ τὰ ᾄσματα τοῦ μέλους ἔχει μεταβολὰς, καὶ αἱ λύραι δὲ, καὶ μέντοι καὶ κιθάραι, τῶν κρουμάτων ἐναλλαγάς· ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν διαφοράν. Τὸ τοίνυν διάψαλμα δοκεῖ μοι σημαίνειν, 80.865 ὡς ἔφην, τὴν τοῦ μέλους μεταβολήν. Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι γραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο. Εἰδέναι δὲ προσήκει τοὺς φιλοπόνως τοῖς Ψαλμοῖς ἐντυγχάνοντας, ὡς τοῦ χρό νου τὴν τάξιν οὐ διασώζουσιν· ἀλλ' οἱ μὲν τὰς πρε σβυτέρας περιέχοντες ἱστορίας ἔστιν ὅτε τὴν δευτέ ραν ἔλαχον τάξιν, οἱ δέ γε τὰς νεωτέρας, ἐτάχθησαν πρότεροι. Καὶ γὰρ ὁ τρίτος ψαλμὸς τοῦ κατὰ τὸν Ἀβεσσαλὼμ διηγήματος τὴν ἐπιγραφὴν ἔχει, ὁ δέ γε ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος τοῦ Σαούλ. Ὅσῳ δὲ προγενέστερα τὰ κατὰ τὸν Σαοὺλ τῶν κατὰ τὸν Ἀβεσσαλὼμ, παντί που δῆλον τῷ τὴν ἱστο ρίαν ἐπισταμένῳ. Οἶμαι δὲ αὐτὸν μὲν τὸν θεῖον ∆αβὶδ τοὺς Ψαλμοὺς εἰρηκέναι· τινὰς δὲ τῶν ὕστερον γενομένων τὴν τούτων ποιήσασθαι σύνταξιν. Ταῦ τα δὲ ἐπεσημηνάμην, ἵνα μὴ διακόπτω τὴν ἑρμη νείαν περὶ τούτων μεταξὺ γράφειν ἀναγκαζόμενος. Ἐνταῦθα τοίνυν τὴν προθεωρίαν συμπεράναντες, σὺν Θεῷ φάναι, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώ μεθα.

    ΕΡΜΗΝΕΙΑ ΤΟΥ Αʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. αʹ. "Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ

    ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν." Ἐντεῦθεν ῥᾴδιον συνιδεῖν, ὡς πάλαι παρ' Ἑβραίοις τὰς ἐπιγραφὰς εὑρόντες οἱ τὰς θείας ἡρμηνευκότες Γραφὰς, ταύτας μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνήν. Τοῦτον γὰρ καὶ τὸν μετ' αὐτὸν ψαλμὸν ἀνεπιγράφους εὑρόντες ἀνεπι γράφους κατέλιπον· οὐ τολμήσαντές τι προσθεῖναι παρ' ἑαυτῶν τοῖς λογίοις τοῦ Πνεύματος. Τινὲς μέν τοι τῶν τὰς ὑποθέσεις τῶν ψαλμῶν συγγεγραφότων ἠθικὴν τοῦτον ἔφασαν τὸν ψαλμὸν περιέχειν διδα σκαλίαν· ἐμοὶ δὲ οὐχ ἧττον δογματικὸς ἢ ἠθικὸς ἔδοξεν εἶναι. Περιέχει γὰρ οὐχ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ἀσεβῶν κατηγορίαν, καὶ παραινεῖ τοῖς θείοις λόγοις προσέχειν διηνεκῶς· ἐξ ὧν οὐκ ἠθικὴν μό νον, ἀλλὰ καὶ δογματικὴν ὠφέλειαν καρπούμεθα. Ἁρμοδίως δὲ λίαν ὁ μέγας ∆αβὶδ μακαρισμὸν τῆς οἰκείας αὑτοῦ προτέθεικε συγγραφῆς, τὸν ἑαυτοῦ υἱὸν ὁμοῦ καὶ ∆εσπότην μιμούμενος, τὸν Σωτῆρα λέγω Χριστόν· ὅστις πρὸς τοὺς ἱεροὺς μαθητὰς διδασκαλίας ἀπὸ μακαρισμῶν ἤρξατο, "Μακά ριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Υἱὸς δὲ τοῦ ∆αβὶδ ὁ ∆ε σπότης Χριστὸς ὡς ἄνθρωπος κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων φωνήν· "Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ." Κύριος δὲ αὐτοῦ καὶ ποιητὴς, ὡς Θεός. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." 80.868 Μακαρίζει τοίνυν τὸν μήτε τοῖς ἀσεβέσιν ὁδοῦ κοι νωνήσαντα, μήτε βεβαίαν τῶν ἁμαρτωλῶν δεξάμενον τὴν βουλήν· τοῦτο γὰρ δὴ στάσιν ἐκάλεσεν· καὶ τὴν μόνιμον τῶν λοιμῶν φυγόντα διαφθοράν. Τὸ δὲ μα κάριος ὄνομα θεία μὲν ὑπάρχει προσηγορία· καὶ μάρτυς ὁ θεῖος Ἀπόστολος βοῶν· "Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων." Μετέδωκε δὲ καὶ ταύ της τοῖς ἀνθρώποις, ὥσπερ καὶ τῶν ἄλλων, ὁ ∆ε σπότης Θεός· καὶ γὰρ πιστὸς καλούμενος· "Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ." Καὶ ὁ

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    4

    μακάριος Μωσῆς, "Θεὸς, φησὶ, πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." Ἐκάλεσε καὶ τῶν ἀνθρώπων πιστοὺς τοὺς ἀναμφι βόλως δεχομένους αὐτοῦ τοὺς λόγους. Οὕτω Θεὸς ὢν καὶ καλούμενος μετέδωκε καὶ ταύτης τῆς κλή σεως τοῖς ἀνθρώποις ὁ μεγαλόδωρος, καὶ βοᾷ· "Ἐγὼ εἶπον, Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε." Τὸ οὖν μακάριος ὄνομα τῆς κατ' ἀρετὴν τελειώσεως ὑπάρχει καρπός. Ὥσπερ γὰρ καὶ ἕκαστον τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων εἰς τὸ τέλος ὁρᾷ· ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλ λογὴν χρημάτων καὶ πλούτου περιουσίαν· οὕτως καὶ ἡ τῆς ἀρετῆς ἐπιστήμη καρπὸν ἔχει καὶ τέλος τὸν θεῖον μακαρισμόν. Μηδεὶς δὲ ἄνδρα μόνον ὁρῶν ἐν ταῦθα μακαριζόμενον, ἐστερῆσθαι νομίσῃ τοῦδε τοῦ μακαρισμοῦ τῶν γυναικῶν τὸ γένος. Οὐδὲ γὰρ ὁ ∆ε σπότης Χριστὸς ἀῤῥενικῶς τοὺς μακαρισμοὺς σχη ματίσας ἀπηγόρευσε ταῖς γυναιξὶ κτῆσιν τῆς ἀρε τῆς. Συμπεριλαμβάνει γὰρ τοῖς ἀνδράσι καὶ τὰς γυ ναῖκας ὁ λόγος· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Συνάπτεται δὲ τῇ κεφαλῇ τὰ μέλη τοῦ σώματος, καὶ κεφαλῆς στεφανουμένης ἀγάλλεται· οὕτω καὶ πρός τινα διαλεγόμενοι, καὶ φίλην αὐτὸν κεφαλὴν ὀνομάζοντες, οὐ χωρίζομεν τῶν μορίων τοῦ σώματος, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν προσ φθεγγόμεθα. Οὐχ ἁπλῶς δὲ πρῶτον ὁδοῦ, εἶτα στά σεως, εἶτα καθέδρας ἐμνημόνευσεν· ἀλλ' εἰδὼς ἀκριβῶς, ὡς κίνησιν μὲν πρῶτον ὁ λογισμὸς ὑπο μένει, εἴτε φαῦλος, εἴτε σπουδαῖος εἴη· εἶτα στά σιν, εἶτά τινα ἑδραίαν βεβαίωσιν. Παραινεῖ τοίνυν, μήτε τῷ νῷ παραδέξασθαι δυσσεβῆ τινα ἔννοιαν, μήτε ἐπὶ πρᾶξιν ὁδεῦσαι παράνομον. Ἀσεβεῖς δὲ φίλον τῇ θείᾳ Γραφῇ καλεῖν τοὺς ἀθεΐαν, ἢ πολυ θεΐαν θρησκεύοντας· ἁμαρτωλοὺς δὲ, τοὺς παρα νομίᾳ συζῇν προαιρουμένους, καὶ βίον διεφθαρμένον 80.869 ἀσπαζομένους· λοιμοὺς δὲ, τοὺς μὴ μόνον σφᾶς αὐ τοὺς λυμαινομένους, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντας, κατὰ τὴν ἐπισκήπτουσαν καὶ ἀνθρώ ποις καὶ κτήνεσι νόσον, ἧς μεταλαγχάνουσιν οἱ τοῖς νοσοῦσι πελάζοντες. ∆ιὸ φεύγειν ὁ λόγος παρα κελεύεται καὶ τὰ τούτων συνέδρια. Ἐπειδὴ δὲ οὐκ ἀπόχρη εἰς ἀρετῆς τελείωσιν τῆς κακίας φυγή· "Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·" καὶ ὁ μακάριος Ἡσαΐας· "Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε ποιεῖν καλόν·" μάλα εἰκότως ἐπήγαγεν ὁ μακάριος ∆αβίδ· βʹ. "Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ κτός." Προσήκει δὲ οὐ μόνον τὰ προειρημένα βδελύξασθαι· ἀλλὰ καὶ τῷ θείῳ νόμῳ νύκτωρ καὶ μεθ' ἡμέραν προσέχειν, κἀκεῖνα θέλειν ἃ ὁ θεῖος νό μος ὑπαγορεύει, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν τὸν οἰκεῖον βίον εὐθύνειν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωσέως ἐνομοθέτησε λέγων· "Ἔσται τὰ ῥήματα τοῦ νόμου τούτου διὰ παντὸς ἐν τῷ στόματί σου, καὶ μελετήσεις ἐν αὐτοῖς καθήμενος, καὶ δι ανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ· καὶ ἀπαρτήσεις αὐτὰ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου." Εἶτα δείκνυσι τὸν καρπὸν τὸν ἐντεῦθεν φυόμενον. γʹ, δʹ. "Ἔσται γὰρ, φησὶν, ὡς τὸ ξύλον τὸ πεφυ τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὑτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται." Μιμεῖται γὰρ ὑδάτων ἄρδειαν τὰ τοῦ θείου Πνεύματος νάματα· καὶ καθάπερ ἐκεῖνα τὰ παραφυτευόμενα δένδρα τεθηλέναι ποιεῖ, οὕτω ταῦτα παρασκευάζει τοὺς θείους φέρειν καρ πούς. Οὗ δὴ χάριν καὶ ὁ ∆εσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν. "Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Καὶ πάλιν· "Ὁ πι στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Καὶ μέντοι καὶ πρὸς τὴν Σαμαρῖτιν· "Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    5

    αἰῶνα." Οὕτω καὶ διὰ Ἡσαΐου τοῦ προφήτου φησίν· "Ὅτι ἐγὼ δώσω ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· καὶ ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς, καὶ ἐπὶ τῶν βουνῶν ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην." Εἰκό 80.872 τως τοίνυν καὶ ὁ μακάριος ∆αβὶδ τὸν τοῖς θείοις λο γίοις ἐσχολακότα δένδροις ἀπείκασε παρὰ τὰς τῶν ὑδάτων ὄχθας πεφυτευμένοις, καὶ ἀειθαλῆ μὲν ἔχουσι τὰ φύλλα, τὸν δὲ καρπὸν φέρουσιν εἰς καιρόν. Καὶ γὰρ οἱ τῆς ἀρετῆς ἀθληταὶ τῶν μὲν πόνων κατὰ τὸν μέλλοντα βίον κομίσονται τοὺς καρπούς· οἷον δέ τινα φύλλα, τὴν ἀγαθὴν ἐλπίδα διηνεκῶς ἐν ἑαυτοῖς φέροντες τεθήλασι καὶ ἀγάλλονται, καὶ συλῶσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Ἔχουσι δὲ καὶ τὸν μεγαλόδωρον ∆εσπότην τῇ προθυμίᾳ συνεργοῦντα διηνεκῶς· "Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν," φησὶν ὁ θεῖος Ἀπόστολος, "πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν." ∆ιά τοι τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται· παρὰ Κυρίου γὰρ, φησὶ, τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα." Τὸ δὲ πάντα οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ. Πρότερον γὰρ ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως ἐπήγαγε, "Πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται·" εἰδὼς ὡς οὐδὲν ἐναντίον τοῖς νόμοις ὅ γε τοιοῦτος δρᾶσαι βουλήσεται, τῷ θείῳ νόμῳ τὸ οἰκεῖον θέλημα συναρμόττων. "Ἐν γὰρ τῷ νόμῳ, φησὶ, Κυρίου τὸ θέλημα αὐτοῦ." Οὕτω διὰ τοῦτο προτρέψας εἰς ἀρετὴν, καὶ τὴν τελείαν ἐκπαιδεύσας φιλοσοφίαν, καὶ διὰ τῶν ἐναντίων ἀλείφει τοὺς ἀθλητὰς, καί φησιν· εʹ. "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως." Τῷ δι πλασιασμῷ τῆς ἀπαγορεύσεως σαφέστερον τὴν ἐν αντιότητα δείκνυσιν. "Ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς." Ἐκεῖνοι μὲν γὰρ, φησὶν, ὑπὸ τῶν θείων λογίων ἀρδόμενοι, ἀειθαλεῖς τέ εἰσι, καὶ ὥριμον φέρουσι τὸν καρπόν· οὗτοι δὲ ὑπὸ τῶν ἐναντίων πνευμάτων πατούμενοι μιμοῦνται τὸν χνοῦν τὸν τῇδε κἀκεῖσε ῥᾳδίως ὑπὸ τῶν ἀνέμων τῶν ἐναντίων φερόμενον. ϛʹ. "∆ιὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδ' ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων." Μετὰ πολλῆς ἀκριβείας διέξεισιν ἅπαντα τὸ πανάγιον Πνεῦμα. Οὐ γὰρ εἶπεν, "οὐκ ἀναστήσονται ἀσεβεῖς," ἀλλ', "εἰς κρίσιν οὐκ ἀναστήσονται·" ἀντὶ τοῦ, οὐκ εἰς κρίσιν, ἀλλ' εἰς κατάκρισιν. Οὔτε γὰρ ἐλέγχων δέονται, προφανῆ τὴν ἀσέβειαν ἔχοντες, ἀλλὰ τὴν τιμωρίαν μόνην προσδέχονται. Καθάπερ γὰρ τοὺς ἐπ' αὐτοφώρῳ ἁλόντας ἀνδροφόνους οὐκ ἐπὶ τὸ διελέγξαι εἰς τὸ δικαστήριον εἰσάγουσιν οἱ 80.873 δικάζοντες, ἀλλ' ὥστε τὴν τοῖς νόμοις δοκοῦσαν ψῆ φον ἐξενεγκεῖν κατ' αὐτῶν· οὕτω καὶ οἱ ἀσεβείᾳ συνεζηκότες εὐθὺς μετὰ τὴν ἀνάστασιν τὴν κόλασιν ὑπομένουσιν, οὐκ εἰς κρίσιν ἀγόμενοι, ἀλλὰ τῆς τιμωρίας τὴν ψῆφον δεχόμενοι. Καὶ μέντοι καὶ οἱ τῶν δυσσεβῶν δογμάτων ἀπηλλαγμένοι, βίον δὲ βε βιωκότες παράνομον, πόῤῥω που τοῦ τῶν δικαίων συλλόγου γενήσονται. Τὴν γάρ τοι βουλὴν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. ζʹ. "Ὅτι γινώσκει Κυρίος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται." Οἶδε, φησὶν, ἅπαντα καὶ πρὸ κρίσεως ὁ δίκαιος κριτὴς, καὶ οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων προσδεῖται. ∆ιόπερ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ, τοὺς μὲν ἀναῤῥήσεων καὶ στεφάνων ἀξιώ σει, τοὺς δὲ διηνεκεῖ παραπέμψει κολάσει. Τὸ δὲ, "Ὁδὸς ἀσεβῶν ἀπολεῖται," ἔοικε τοῖς ἀποστολικοῖς ἐκείνοις ῥητοῖς· "Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται." Τῶν μὲν γὰρ δικαίων ἀνδρῶν καὶ τὸ ἔργον μένει διαλάμπον· τοῖς δὲ ἀσεβέσι καὶ ἀνοσίοις ἀνθρώποις καὶ ἡ πονηρία συγκατα λύεται.

    ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἐν τῇ μνήμῃ τῶν ἀσεβῶν τὸν πρῶτον συμ

    περάνας ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ δευτέρου τὴν ἀρχὴν ἐποιήσατο· διδάσκων ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος, καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττή σαντας

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    6

    βασιλέας τε καὶ ἄρχοντας, καὶ Ἰουδαίους, καὶ ἐθνικοὺς ὑποδέξεται. Ἐν γὰρ τῷ δευτέρῳ ψαλμῷ τοῦ ∆εσπότου Χριστοῦ, καὶ τὰ ἀνθρώπινα πάθη, καὶ τὴν βασιλείαν προαγορεύει· καὶ μέντοι καὶ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν, καὶ τὴν Ἰουδαίων ἀπιστίαν θρηνεῖ. Τὸ γὰρ, "Ἵνα τί ἐφρύαξαν ἔθνη," ὀδυρομένου ἐστὶ καὶ μεμφομένου τὴν ἄνοιαν. Οὐ χρεία δὲ ἡμῖν λόγων εἰς ἑρμηνείαν πολλῶν, τοῦ θεσπεσίου Πέτρου, τοῦ κορυφαίου τῶν ἀποστόλων, ἐν ταῖς Πράξεσι τεθεικότος τὴν ἑρμηνείαν, καὶ Ἡρώδην, καὶ Πόντιον Πιλάτον, καὶ τοὺς ἀρχιερέας καὶ Γραμματέας, βασιλέας τε, καὶ ἄρχοντας ὀνομά σαντος. Ὁ μὲν γὰρ ὑπὸ τοῦ Ῥωμαίων ἀπέσταλτο βασιλέως, τὴν ἐκείνου διέπων ἀρχήν· ὁ δὲ τοπάρχης Ἰουδαίων κατ' ἐκεῖνον ἐτύγχανε τὸν καιρόν· καὶ ὁ μὲν εἶχεν ἐξ Ἰουδαίων ὑπηκόους, ὁ δὲ τοὺς ἐξ ἐθνῶν στρατιώτας. Ἀλλ' ὅμως κατὰ ταὐτὸν γενόμενοι, καὶ τὸν ∆εσποτικὸν τυρεύσαντες φόνον, κενὰ καὶ 80.876 μάταια ἐβουλεύσαντο, λήθῃ παραδοῦναι μὴ δυνη θέντες τὸν ὑπ' αὐτῶν σταυρωθέντα· τῇ τρίτῃ γὰρ ἀναστὰς ἡμέρᾳ τῆς οἰκουμένης ἐκράτησε. Προσφυῶς δὲ μάλα, καὶ λίαν εἰκότως, τὸ "ἐμελέτησαν κενὰ," τῷ τοῦ λαοῦ προσώπῳ συνήρμοσεν. Ἰουδαῖοι γὰρ τὴν πονηρὰν ταύτην ἐποιήσαντο κατὰ τοῦ Σωτῆρος μελέτην. Καὶ μάρτυς ἡ τῶν ἱερῶν Εὐαγγελίων φωνὴ, διδάσκουσα, ὡς "ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν," καὶ ὁ Καϊάφας βοῶν· "Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀπο θάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται." Τὸ δὲ, Ἐφρύαξαν ὁ μὲν Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος κυκᾷ, ἡρμήνευσαν. Τοῦτο δὲ, τῷ τῶν ἐθνῶν προσώπῳ προσκείμενον ὑποβάλλει νοεῖν ὡς Ἰουδαίων τῷ Πιλάτῳ τὸν Ἰησοῦν οἷόν τινα τύραννον προσαγαγόντων, καὶ δεῖν αὐτὸν ἀναιρεθῆναι πολλά κις εἰρηκότων, ἄκων ἐκεῖνος τὴν θανατηφόρον ἐξ ενήνοχε ψῆφον, δείσας ὡς εἰκὸς ἀπολῦσαι, μή τις ἐντεῦθεν γραφὴ κατ' αὐτοῦ τυρευθῇ. Ὡς γὰρ ὁ μακάριος ἔφη Λουκᾶς, κατηγόρουν αὐτοῦ λέγοντες· "Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κω λύοντα Καίσαρι φόρον διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. αʹ, βʹ. "Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέ τησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ ρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ." Οὐ λέγει τὰ ἔθνη μετὰ τοῦ ἄρθρου, ἵνα πάντας περιλαμβάνεσθαι νομίσῃς· ἀλλ' ἔθνη, ἐπὶ μερικόν τι ἄγων τὴν ἔννοιαν. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, λαβόντες, τοῖς ἔθνεσιν αὐτὸν ἐξέδωκαν, διὰ τοῦτο ταῦτά φησι· Τίς ἡ τοσαύτη, φησὶν, αἰτία, ἢ τί τὸ γεγονὸς, ὡς καὶ τοὺς λαοὺς συγκινηθῆναι κατ' αὐτοῦ, καὶ εἰς χεῖρας αὐτὸν παραδοθῆναι τῶν ἐθνῶν; Τὸ δὲ, Ἐφρύαξαν, ἀντὶ τοῦ ἠλαζονεύσαντο. γʹ. "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤ ῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν." Ὁ γὰρ μὴ τιμῶν, φησὶ, τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· καὶ εἰκότως μετὰ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς τὸν ζυγὸν ἀποπέμπονται. Ἐμοὶ δὲ δοκεῖ τοῖς πεπιστευκόσι παρεγγυᾷν τὸ πανάγιον Πνεῦμα ταῦτα λέγειν· "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν," τῶν δυσσεβῶν ἐθνῶν, "καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν," τῶν παρανόμων Ἰουδαίων, καὶ λάβωμεν ἐφ' ἡμᾶς τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· "Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι." Καὶ αὐτὸς δὲ ὁ νόμος ζυγὸς ὑπὸ τῶν θείων ἀποστόλων προσηγορεύθη. Ὁ γὰρ θεσπέσιος Πέτρος περὶ τούτου φησὶν ἐν ταῖς Πράξεσι· "Τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθη 80.877 τῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύ σαμεν βαστάσαι; ἀλλ' ἢ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ' ὃν τρόπον κἀκεῖ νοι." Τούτοις ἔοικε καὶ τὰ προφητικὰ ῥήματα· "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψω μεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν·" τουτέστιν ἀποστή σωμεν τὴν ἑαυτῶν καρδίαν τοῦ ὑπ' αὐτοῖς εἶναι θέλειν· ἀποτιναξώμεθα τὸν τοῦ νόμον ζυγόν· μηδὲν ἡγώμεθα τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς· ἀσυντελὴς καταλογιζέσθω πρὸς ὄνησιν ἡ σκιὰ, εἰ μὴ τοῦ Χριστοῦ μυστήριον ἐφ' ἑαυτῇ ζωγραφεῖ. δʹ. "Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐ τοὺς, καὶ ὁ Κύριος

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    7

    ἐκμυκτηριεῖ αὐτούς." Ὁ γὰρ ὑπ' αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν, καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ, καὶ τῶν ἁπάντων ∆εσπότης, τὴν ἀξίαν αὐ τοὺς εἰσπράξεται δίκην. εʹ. "Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς." Καὶ τού των δὲ τῶν ῥημάτων τὴν ἑρμηνείαν διδάσκει τῶν πραγμάτων τὸ τέλος· στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε, καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέ πεμψε, τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραπο δίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν νοῦν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται· καὶ πρῶτον μὲν Κυρίου καὶ Χριστοῦ· "Κατὰ τοῦ Κυ ρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·" εἶτα κατοικοῦντος ἐν οὐρανοῖς, καὶ Κυρίου· "Ὁ κατοικῶν γὰρ ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς." Καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα. ϛʹ. "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ." Καὶ ἐνταῦθα δὲ στίξαι προσήκει, καὶ τότε ἐπαγα γεῖν, "Ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου." Οὐ γὰρ τοῦ Σιὼν ὄρους βασιλεύει μόνου, ἀλλ' ὁρατῶν καὶ ἀοράτων, καὶ πά σης τῆς κτίσεως. Ἐπὶ δὲ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἰουδαίας, τὴν θείαν αὐτοῦ διδασκαλίαν τοῖς προσ ιοῦσι προσήνεγκεν· οἱ δέ γε ταύτην δεξάμενοι μετωχέτευσαν εἰς ἅπασαν τὴν οἰκουμένην τὰ νά ματα, τοῖς θείοις αὐτοῦ πεισθέντες προστάγμασι. "Πορευθέντες γάρ, φησι, μαθητεύσατε πάντα τὰ ἔθνη." Τὸ δὲ, "ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐ τοῦ," ἀνθρωπίνως λέγει· ὡς γὰρ Θεὸς, ἔμφυτον ἔχει τὴν βασιλείαν· ὡς δὲ ἄνθρωπος, χειροτονητὴν δέχεται ταύτην· ὅτι δὲ ὡς Θεὸς ἄναρχον ἔχει τὸ κράτος, ὁ αὐτὸς διδάσκει προφήτης λέγων· "Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τοῦτον δὲ 80.880 τὸν ψαλμὸν ὁ μακάριος Παῦλος εἰς τὸν Υἱὸν εἰρῆσθαί φησιν· ἀλλ' ὅμως καὶ ἔχει τὴν βασιλείαν ὡς Θεὸς, καὶ λαμβάνει ὡς ἄνθρωπος. Οὕτως ὕψιστος ὀνο μαζόμενος ὡς Θεὸς, ὑψώθη ὡς ἄνθρωπος. Καὶ ὁ μὲν ∆αβὶδ τὸ θεῖον ὕψος κηρύττων βοᾷ, "Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Καὶ ὁ Ζαχαρίας πρὸς τὸν Ἰωάννην, "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ." Τὸ δ' ἀνθρώπινον ὕψος ὁ μακάριος Παῦλος διδάσκει λέγων, "∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα." Καὶ μὴν τὸ Υἱὸς μονογενὴς ὄνομα πρὸ τῶν αἰώνων εἶχεν ὁ Θεὸς Λόγος τῷ πράγματι συμφυές· ἀλλ' ὅμως ἔχων ὡς Θεὸς τὴν τοῦ Υἱοῦ προσηγορίαν, λαμβάνει αὐτὴν καὶ ὡς ἄνθρωπος. ∆ιὸ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπή γαγε λέγων." ζʹ. "Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε." Ταύτην δὲ τὴν φωνὴν οὐκ ἄν τις, τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ πειθόμε νος, τῇ θεότητι προσάψοι τοῦ ∆εσπότου Χριστοῦ. Περὶ γὰρ ἐκείνης ἀκούσωμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ ∆αβὶδ λέγοντος· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Ὡς ἄνθρωπος τοίνυν καὶ ταύτην δέ χεται τὴν φωνὴν, ὡς ἄνθρωπος καὶ τῶν ἐπαγο μένων ἀκούει. ηʹ. "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ὡς γὰρ Θεὸς, ποιητής ἐστι τῶν ἁπάν των· "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ τοῦ ἐγένετο οὐδέν·" καὶ "ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα." Εἰ ∆εσπότης ἐστι καὶ δημιουργὸς τῶν ὅλων, καὶ ∆εσπότης ἐστὶ καὶ Κύριος ὧν ἐποίησεν· ἀλλ' ὅμως καὶ φύσει ∆ε σπότης ὢν ὡς Θεὸς, λαμβάνει καὶ ὡς ἄνθρωπος τῶν ὅλων τὴν δεσποτείαν. Καὶ ἐπειδὴ πάλαι μόνον Ἰου δαίων ἐδόκει προμηθεῖσθαι, "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου λαὸς Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·" ἀπεβλήθη δὲ οὗτος, ὡς οὐδεμίαν ὠφέλειαν ἐκ τῆς κηδεμονίας δεξάμενος· εἰκότως ἐπὶ τὰ ἔθνη μεταφέρει τὴν προμήθειαν, οὐδὲ πάλαι τούτων ἠμεληκὼς, τὴν δὲ Μωσαϊκὴν χρησμολογίαν πληρῶν· ἐκείνου γάρ ἐστι φωνὴ, "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." Ἔστι δὲ καὶ τὴν ἔκβασιν εὑρεῖν τῇ προῤῥήσει συμβαίνουσαν. Τοὺς γὰρ ἐξ Ἰουδαίων

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    8

    πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακά ριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ 80.881 τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχι λίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστό λων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, "Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπι στευκότων Ἰουδαίων·" τούτους δὴ, καὶ πρὸς τούτοις τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐξ Ἰουδαίων πε πιστευκότας λαὸν ἅγιον ἀποφήνας, καὶ διὰ τούτων τὰ ἔθνη πάντα ζωγρήσας, πληροῖ τὴν προφητείαν τὴν λέγουσαν· "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." Πληροῖ δὲ πρὸς ταύτῃ καὶ τὴν οἰκείαν πρόῤῥησιν, ἣν πρὸς Ἰουδαίους ἐποιήσατο λέγων, "Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." Τοῦτο καὶ ἐν τῷ προκειμένῳ λέγει ψαλμῷ, "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ἀλλὰ γὰρ ἔπεισί μοι τὴν τῶν Ἰουδαίων ἀπιστίαν ὀδύρεσθαι, οἳ τῆς προφητείας ἀκούοντες τῶν τῆς γῆς περάτων ἀντικρὺς μεμνημέ νης, καὶ εἰδότες ὡς οὐδεὶς τῶν παρ' αὐτῶν βασι λέων τοσαύτην ἡγεμονίαν ἐκτήσατο, ἀλλὰ μόνος ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα βλαστήσας ∆εσπότης Χριστὸς, τυφλώττουσι τῆς διανοίας τὰ ὄμματα, καὶ τὴν προφητείαν τὴν λαλοῦσαν, "Ψηλαφοῦσιν, ὡς τυ φλοὶ τοῖχον, καὶ οὐχ ὡς ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι." Τούτου δὴ χάριν καὶ ἀπειλεῖ αὐτοῖς ὁ προφητικὸς λόγος. θʹ. "Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς." Τῇ Ῥωμαϊκῇ δηλονότι βασιλείᾳ, ἣν σίδηρον τροπικῶς, διὰ τὸ ἰσχυρόν τε καὶ ἀῤῥαγὲς, ἡ τοῦ ∆ανιὴλ προφητεία καλεῖ· καὶ συντρίψει αὐτοὺς πηλίνων δίκην σκευῶν. Ἐπειδὴ γὰρ αὐτὸν μόνον ἔχειν ἠρνήθησαν βασι λέα, μεγάλῃ δὲ κεχρημένοι βοῇ ἔλεγον, "Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα," ἐπέστησεν αὐτοῖς ὃν ᾔτησαν Καίσαρα, καὶ διὰ τῆς ἐκείνων στρατιᾶς τῆς ἀσεβείας ποινὴν εἰσεπράξατο. Εἰ δέ τις μὴ περὶ Ἰουδαίων, ἀλλὰ περὶ ἐθνῶν, ταῦτα νομίζει εἰρῆσθαι, οὕτω νοῆσαι προσήκει· ὅτι ποι μανεῖ τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ, τῇ ἰσχυρᾷ αὐτοῦ καὶ ἀῤῥαγεῖ βασιλείᾳ· καὶ συντρίψει αὐτοὺς, ὡς σκεύη κεραμέως, ἀναλύων καὶ ἀναπλάττων διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, καὶ τῷ πυρὶ τοῦ Πνεύ ματος στερεμνίους ἀπεργαζόμενος. Οὕτω ταῦτα προαγορεύσας ὁ μακάριος ∆αβὶδ, παραινεῖ λοιπὸν καὶ βασιλεῦσι καὶ ὑπηκόοις προσδραμεῖν τῷ Σωτῆρι. καὶ τοὺς σωτηρίους ἀσπάσασθαι νόμους, καὶ τῇ δι' ἐκείνων παιδείᾳ καὶ διδασκαλίᾳ τὴν ὠφέλειαν καρπώσασθαι· Φησὶ γάρ· 80.884 ιʹ. "Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν." Πάντων γὰρ ἡμῶν βασι λεὺς, ὁ πάλαι δόξας μόνων Ἰουδαίων κρατεῖν. ιαʹ. "∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ λιᾶσθε αὐτῷ ἐν τρόμῳ." Οὐ γὰρ δεῖ μόνῃ τῇ φιλ ανθρωπίᾳ θαῤῥῆσαι, ἀλλὰ καὶ τὴν ταύτῃ συνημ μένην δικαιοσύνην, ἀγαλλομένους ἐπὶ τῇ σωτηρίᾳ καὶ χαίροντας, δεδιέναι καὶ τρέμειν. "Ὁ γὰρ δο κῶν, φησὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ." [Ἐπειδ' ἂν γὰρ φοβηθέντες τὸν ∆εσπότην τὰ προσήκοντα διαπραξώμεθα, πλείστην ἐκ τῶν πραχθέντων ἡμῖν ἔχομεν τὴν εὐφροσύνην ἐγγινομένην, τοῦ συνειδότος ἀγαθοῦ μὲν τυγχάνοντος, μεγίστην δὲ ἡμῖν διὰ τού του τὴν χαρὰν παρεχομένου.] "Ἐν τρόμῳ" δὲ, τουτέστιν, ἐν κατανύξει· μήποτε ἡ τοῦ Θεοῦ χαρὰ εἰς τὴν τοῦ κόσμου μεταπέσῃ χαράν. ιβʹ. "∆ράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύ ριος, καὶ ἀπόλησθε ἐξ ὁδοῦ δικαίας." Οὐκ ἀρ κεῖ γὰρ μόνη τῆς θεογνωσίας ἡ κτῆσις εἰς τε λειότητα· ἀλλὰ χρὴ καὶ τὴν πρακτικὴν μετελθεῖν ἀρετήν· ἧς ἐπιλαμβανόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύσετε. ιγʹ. "Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ." Ἐν γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    9

    τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε. Τηνικαῦτα δὲ καὶ οἱ ἀληθῶς καὶ βεβαίως εἰς αὐτὸν ἠλπικότες, λήψονται τῆς ἐλπίδος καρπὸν, τὸν μακαρισμόν. "Μακάριοι γὰρ, φησὶν, οἱ πεποιθότες ἐπ' αὐτῷ." Εἰ καὶ γὰρ κατὰ τὸν παρόντα βίον τὸν μακαρισμὸν ἔχουσιν οἱ τῆς ἀρετῆς ἀθληταὶ, ἀλλ' οὖν ἀληθέστερον αὐτὸν δέξονται κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν οἱ πονηρίᾳ συνεζηκότες τὴν θείαν ὀργὴν καθ' ἑαυτῶν ἐπισπάσονται.

    ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ

    υἱοῦ αὑτοῦ." ∆ήλη μὲν τοῖς ἐμμελεστέροις ἡ ἱστορία· τῶν δὲ ῥᾳθυμο τέρων ἕνεκα συντόμως ταύτην ἐρῶ. Μετὰ τὴν διπλῆν ἐκείνην παρανομίαν, ὁ μέγας ∆αβὶδ πολλαῖς καὶ παντοδαπαῖς περιέπεσε συμφοραῖς. Οὐ γὰρ μόνον τὰ προσοικοῦντα ἔθνη πρὸς μάχην ἐκινήθη καὶ πόλεμον, ἀλλὰ καὶ αὐτὸς ὁ οἶκος τὴν στάσιν ἐδέξατο, καὶ παρανομία παρανομίαν διεδέξατο. 80.885 Τὴν τοῦ Ἀμνὼν ἀκολασίαν ἡ τοῦ Ἀβεσσαλὼμ μιαιφονία, καὶ τὴν ἀδελφοκτονίαν ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις, καὶ ἡ τῶν ὑπηκόων ἀπόστασις. Προμηθουμένης γὰρ τῆς θείας χάριτος, τούτων οὐδὲν ἐπέλασε τῷ ∆αβίδ· ἐκείνης δὲ διὰ τὴν γεγε νημένην ἀποστάσης παρανομίαν, χῶραν ἔλαβεν ἡ κακία, καὶ τραγῳδίας ἄξια δέδρακε, καὶ φορὰν ἐβλάστησε συμφορῶν. Κατ' ἐκεῖνον τοίνυν τὸν καιρὸν, τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, καὶ τοὺς σὺν αὐτῷ τὴν πρὸς αὐτὸν ἀναδεξαμένους παρά ταξιν, τοῦτον ἔγραψε τὸν ψαλμόν· τοῦ θείου Πνεύ ματος δηλονότι καὶ τηνικαῦτα ἐνηργηκότος διὰ τὴν θερμὴν ὑπ' αὐτοῦ γεγενημένην μετάνοιαν. βʹ, γʹ. "Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με. Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐ τοῦ." Πολλοὶ μέν τοι, καὶ παντοδαποὶ πολέμιοι πολλαχόθεν προσβάλλουσιν· ἀνιῶσι δέ με πλέον οἱ ἐπιτωθάζοντες, καὶ τῆς σῆς προμηθείας γεγυμνῶ σθαί με λέγοντες. Ἐγὼ δὲ οἶδα, ὡς οὐκ ἀνέξῃ με παριδεῖν, καί τοι πεπλημμεληκότα μεγάλα. Ἀλλὰ τὸν νῦν ταπεινὸν διὰ τὴν ἁμαρτίαν γεγενημένον ὑψώσεις, καὶ κρείττονα δείξεις τῶν δυσμενῶν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· δʹ. "Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου." Οὐδὲ γὰρ τῇ βασι λείᾳ, καὶ τῇ δυναστείᾳ θαῤῥῶ, ἀλλὰ σὲ δόξαν ἐμὴν εἶναι πιστεύω, καὶ ὑπὸ τῆς σῆς ἐλπίζω ταχέως ὑψω θήσεσθαι δεξιᾶς. εʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπή κουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ." ∆ιά τοι τοῦτο μετὰ πάσης προθυμίας προσφέρω σοι τὰς δεήσεις, εἰδὼς ὅτι παραυτίκα τὰς αἰτήσεις παρέ ξεις. Οὐ φωνὴν δὲ ἐνταῦθα καὶ βοὴν τὴν κραυγὴν νοητέον, ἀλλὰ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς σιγῶντα τὸν μακάριον ἔφη Μωσῆν· "Τί βοᾶς πρός με;" βοὴν τὴν σιγὴν ὀνομάζων διὰ τὴν σπουδαίαν τῆς διανοίας εὐχήν. Τὸ δὲ, "Εἰσήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ," κατὰ τὴν πάλαι κατέχουσαν εἴρηται δόξαν. Ἐνομί ζετο γὰρ ἐν τῇ σκηνῇ κατοικεῖν ὁ τῶν ὅλων Θεὸς, ἐπειδὴ καὶ τοὺς χρησμοὺς ἐκεῖθεν τοῖς ἱερεῦσιν ἐδί δου. ϛʹ. "Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρ θην, ὅτι Κύριος ἀντιλήψεταί μου." Νύκτα τὰς συμφορὰς πολλάκις ἡ θεία καλεῖ Γραφή· ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες· ταῖς δὲ νυξὶν ὁ ὕπνος συνέζευκται· σημαίνει τοίνυν κατὰ ταυτὸν τὰς θλί 80.888 ψεις, καὶ τὴν τούτων ἀπαλλαγήν. Τὸ γὰρ "Ἐξηγέρ θην, ὅτι Κύριος ἀντιλήψεταί μου," τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν. ∆ιὸ, ζʹ. "Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου." Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. ηʹ. "Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας." Τελείας μοι τοίνυν μετάδος τῆς σωτηρίας· καὶ καθάπερ πολλάκις ἄδικον κατ' ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    10

    Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ αὐτὸν τὸν Σαοὺλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας· οὕτω με καὶ νῦν τῆς σωτηρίας ἀξίωσον. Τὸ δὲ, "Ὀδόντας ἁμαρτωλῶν συνέτριψας," ἀντὶ τοῦ, Πάσης αὐτοὺς ἐγύμνωσας ἰσχύος, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρό νητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. θʹ. "Τοῦ Κυρίου ἡ σωτηρία." Οὐκ ἔχων. φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτη ρίαν προσμένω· οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ ὁ σὸς λαὸς ὁ σὺν ἐμοὶ πολεμούμενος. Κήδομαι δὲ καὶ αὐτῶν τῶν πολεμούντων· καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός. ∆ὸς τοίνυν, ∆έσποτα, καὶ τούτοις, κἀκείνοις, τῆς εἰρήνης τὴν εὐλογίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου." Καὶ γὰρ ὁ μακάριος Μωσῆς ταῖς εὐλογίαις τὴν εἰρήνην συντάττει· εὑρίσκομεν δὲ κἀν τῇ ἱστορίᾳ σφόδρα τοῦ λαοῦ κηδόμενον τὸν μα κάριον ∆αβὶδ, καὶ αὐτοῦ τοῦ πατραλοίου παιδὸς, καὶ μᾶλλον τῆς εἰρήνης, ἢ τῆς κατὰ τοῦ λαοῦ προμηθού μενον νίκης.

    ΕΡΜΗΝ. ΤΟΥ ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ ∆αβίδ·" Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν

    Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, ἐπινίκιος. Σημαίνει δὲ τὸ μὲν εἰς τὸ τέλος, ὅτι μακροῖς ὕστερον χρόνοις πληρωθήσεται τὰ προφη τευόμενα. Προηγόρευσε δὲ ἐν τῷ τέλει τοῦ ψαλμοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν, εἰρηκώς· "Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκησάς με." Κατὰ δέ γε τοὺς λοιποὺς, ὕμνος ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ ὁ παρὼν ψαλμὸς ὑπὸ τοῦ μακα ρίου ∆αβὶδ, μετὰ τὴν γενομένην τοῦ Ἀβεσσαλὼμ νίκην. Ἔοικε γὰρ τούτοις ὁ ψαλμὸς εἰρῆσθαι μετὰ 80.889 τὴν ἐκείνου τοῦ πολέμου διάλυσιν· ἐν γὰρ τῷ πρὸ τούτου ψαλμῷ ὁ μακάριος ἔφη ∆αβίδ· "Πολλοὶ λέ γουσι τῇ ψυχῇ μου, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ." Ἐν δὲ τούτῳ φησὶν, "Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὑτοῦ." ∆ιδάσκει τοίνυν ἐν τῷ παρόντι ψαλμῷ τοὺς ἀθεΐαν νοσοῦντας, καὶ προνοεῖν τὸν Θεὸν, καὶ κυβερνᾷν τὰ ἀνθρώπινα, μὴ νομί ζοντας, ὡς ἔστιν ὁ ἐφορῶν καὶ πρυτανεύων ἅπαντα· καὶ εἰς ἀπόδειξιν τῆς διδασκαλίας τὰ καθ' ἕκαστον διηγεῖται. βʹ. "Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου." Μάθετε, φησὶν, ἐκ τῶν εἰς ἐμὲ γεγενημένων, ὅπως ἐφέστηκε τοῖς ἀνθρω πίνοις ὁ τῶν ὅλων Θεὸς, καὶ τῶν εἰλικρινῶς ἐπικα λουμένων ἀκούει. Ἐγὼ γοῦν παραυτίκα προσε νεγκών μου τὴν δέησιν ἔτυχον τῆς αἰτήσεως. Τὸ δὲ, "Τῆς δικαιοσύνης μου," ἀντὶ τοῦ τῆς δικαίας μου αἰτήσεως τέθεικεν. Οὐδὲ γὰρ ἴδιον τοῦ φρο νήματος τοῦ ∆αβὶδ δικαιοσύνην αὐτῷ καὶ ἀρε τὴν μαρτυρεῖν· ἔοικε δὲ ταυτὶ τὰ ῥήματα τοῖς διὰ τοῦ Ἡσαΐου ὑπὸ τοῦ Θεοῦ εἰρημένοις, "Τότε καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι." –"Ἐν θλίψει ἐπλάτυνάς μοι." Εἴωθεν ὁ τῶν ὅλων Θεὸς συγχωρεῖν μὲν γίνεσθαι τοῖς ἁγίοις τὰ λυπηρά· μετὰ δὲ τὴν γυμνα σίαν καὶ δοκιμασίαν ἀνακηρύττειν τοὺς ἀθλητάς· καὶ μέντοι καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς πᾶσαν προσφέρειν ψυχαγωγίαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μέγας διδάσκει ∆αβὶδ, ὅτι Ἐν αὐταῖς ταῖς θλίψεσι τῆς σῆς ἐπικουρίας καὶ ψυχαγωγίας ἀπήλαυσα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν θεσπέσιον Παῦλον εἰρημένον, "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." γʹ. "Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευ χῆς μου." Οὐ λαμβάνει κόρον ὁ δίκαιος προσευ χῆς· ἀλλὰ καὶ δεόμενος, καὶ εὐμενείας ἀπολαύων, καὶ τῆς δεήσεως τρυγῶν τοὺς καρποὺς ἐπιμένει τὰς ἱκετείας προσφέρων, ἅτε δὴ τὴν ἐντεῦθεν ἐσομένην ἐπιστάμενος ὠφέλειαν. δʹ. "Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος;" Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων μάθετε, ὦ ἄνθρωποι, τῶν ὅλων

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    11

    τὸν πρύτανιν· ὅπως καὶ ἐφορᾷ τὰ ἀνθρώ πεια, καὶ τοῖς ἐπιμελῶς προσιοῦσι τὰς αἰτήσεις ὀρέγει· καὶ τοὺς ματαίους ὑμῶν λογισμοὺς ἀποῤ ῥίψαντες. εʹ. "Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν." Οὐ γὰρ ἁπλῶς με τῶν προσπε 80.892 σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε· τοῦτο γὰρ εἶπεν, "ἐθαυμάστωσε·" καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος. Ὅσιον δὲ πάλιν ἐνταῦθα ἀντὶ τοῦ τὸν ἀθῶον τέθεικε, καὶ τὸν οὐδὲν ἠδικηκότα τοὺς πολεμοῦντας, ἀλλ' ὑπ' αὐτῶν ἠδικημένον. Βαρυκαρδίους δὲ τοὺς ἀπίστους εἰκότως ὠνόμασεν, ὡς ἀναβλέπειν πρὸς Θεὸν οὐκ ἐθέλοντας, καὶ τὰς θείας οἰκονομίας οὐ βουλομένους ὁρᾷν· ἐκ μεταφορᾶς τῶν ὑπό τινος οἰνοφλυγίας βα ρυνομένων τὴν κεφαλὴν ἐκ τῶν κάτωθεν ἀναπεμπο μένων ἀτμῶν, καὶ μύειν τοὺς ὀφθαλμοὺς ἀναγκα ζομένων, καὶ διανοίγειν οὐ δυναμένων. Ὀργίζεσθε. Ἐνταῦθα ὑποστικτέον, καὶ οὕτως τὰ λοιπὰ ἀναγνωστέον, "καὶ μὴ ἁμαρτάνετε." Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανιστα μένους εὐημεροῦντας ὁρῶντες. Ἀλλὰ μὴ αὔξετε κακὸν τῷ κακῷ, πείθειν καὶ τοὺς ἄλλους πειρώμε νοι, ὡς ἄτακτα πάντα καὶ ἀκυβέρνητα φέρεται. Τούτων γὰρ τοὐναντίον προσήκει ποιεῖν, τῶν μεθ' ἡμέρας γινομένων ἁμαρτάδων σφᾶς αὐτοὺς νύκτωρ τὰς εὐθύνας εἰσπράττειν. "Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατα νύγητε." Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν· εἰκότως ἐν τούτῳ τὴν ἐξέτασιν ποιεῖσθαι "προσέταξε τῶν ἐν ἡμέρᾳ λεγομένων ἢ πραττομένων, καὶ τῷ τῆς κατανύξεως φαρμάκῳ τὰ τραύματα θεραπεύειν ἐνομοθέτησε." ϛʹ. "Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον." Καὶ διὰ τούτων τῶν ῥημάτων τὴν νομικὴν λατρείαν, ὡς περιττὴν, ἀποπέμπεται, καὶ τὴν τῆς δικαιοσύνης θυσίαν προσφέρειν νομοθετεῖ· πάσης γὰρ ἑκατόμβης καὶ χιλιόμβης τῆς δικαιοσύ νης ἡ κτῆσις θυμηρεστέρα τῷ Θεῷ, συνημμένης αὐτῇ δηλονότι τῆς εἰς αὐτὸν ἐλπίδος. Ἐπεὶ πολλοὶ καὶ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ τῶν τἀναντία φρονούντων αἱρετικῶν, καὶ σωφροσύνην, καὶ δι καιοσύνην ἔστιν ὅτε μετίασιν· ἀλλὰ τῆς εὐσε βείας ἐστερημένοι, καρπὸν ἐντεῦθεν οὐδένα πορίζονται. ∆ιὸ τὸ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπε σίου ∆αβὶδ παρεγγυᾷ, οὐ μόνον θῦσαι θυσίαν δικαιο σύνης, ἀλλὰ καὶ ἐλπίσαι ἐπὶ Κύριον. Οὕτω δὲ καὶ ὁ ∆εσπότης Χριστός φησι τοῖς ἑαυτοῦ μαθηταῖς, "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλή ματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι." Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ οὐχ ἁπλῶς εἶπε, "Μὴ φέρον καρπὸν," ἀλλ' "ἐν ἐμοὶ μὴ φέρον καρπὸν," τουτέστι, κατὰ τὰς ἐμὰς ἐντο 80.893 λὰς, κατὰ τὰς ἐμὰς νομοθεσίας, μετὰ τῆς εἰς ἐμὲ πίστεως ὥς τινων καὶ δίχα τῆς εἰς αὐτὸν ὁμολο γίας διὰ δόξαν ἀνθρωπίνην ἀρετῆς ἐπιμελεῖσθαι δοκούντων. "Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Αἰνίττεται οὓς βαρυκαρδίους ὠνόμασεν, ὡς δυσχεραίνοντας ἐπὶ τοῖς προσπίπτουσι λυπηροῖς, λέγειν τοῦτο τολμῶντας ζʹ. "Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου." Ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ λογίζονται καὶ φθέγγονται· ἡμεῖς δὲ οἱ τῆς σῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι, καὶ ταῖς παρὰ σοῦ φωτισθέν τες ἀκτῖσι, καὶ ἐν αὐταῖς ταῖς ἐπανισταμέναις ἡμῖν συμφοραῖς ἀποχρῶσαν ἔχομεν παραψυχὴν τὴν εἰς σὲ ἐλπίδα. ηʹ. "Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν." Πάλιν ἐκείνων κατηγορεῖ τῶν λεγόντων· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" ὡς τοσού των καὶ κατὰ τὸν παρόντα βίον ἀπολαυόντων, καὶ ἀχαριστίαν νοσούντων. Ἔστι δὲ τὸ νόημα μεθ υπέρβατον· "Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν." Καίτοι, φησὶν, οἱ ταῦτα λέγοντες τῶν παντοδαπῶν τῆς γῆς καρπῶν ἀπο λαύουσι· διὰ γὰρ τῶν τριῶν τούτων εἰδῶν τῶν τῇ ἀνθρωπείᾳ φύσει διαφερόντων, ἀναγκαίως καὶ τὰ ἄλλα συμπεριέλαβεν ἀγαθά· τὴν ἐκείνων ἐλέγχων ἀγνωμοσύνην, ὅτι καὶ ἐν ταῖς

  •  

      Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    12

    χερσὶ φέροντες τὰς τοῦ Θεοῦ δωρεὰς, καὶ φιλοτίμως αὐτοῦ τοῖς ἀγαθοῖς ἐντρυφῶντες, ὡς μηδενὸς ἀπολαύοντες λέγειν τολμῶ σι· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Ἐγὼ δὲ τοῦ σοῦ φωτὸς ἀπολαύσας, καὶ τὴν γνῶσιν κτησάμε νος, θʹ, ιʹ. "Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με." Πάντα γὰρ θόρυβον, καὶ διχόνοιαν τῶν λογισμῶν ἐξελάσας, καὶ τούτοις πρυτανεύσας εἰρήνην, καὶ ταῦτα περὶ τῆς ἀγαθῆς σου προνοίας διδάξας φρονεῖν, ἐπ' ἐλπίδι τῆς ἀναστάσεως τὸν θάνατον δέξομαι. Ὕπνον γὰρ ἐνταῦθα τὸν θάνατον προσηγόρευσεν. Εἰκότως δὲ μάλα τῇ τοῦ θανάτου μνήμῃ τὴν ἐλπίδα συνέζευξε, τοὺς περὶ προνοίας λόγους διεξελθών. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὸν παρ όντα βίον δυσπραγίᾳ περιπεσόντες, καὶ ὑπὸ τῶν πονηρίᾳ συζώντων ἀδικούμενοι, δέχονται τοῦ βίου τὸ τέλος οὐδεμιᾶς τινὸς ἐπικου�